Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.33 Joseph. AJ 14.38 (English) >>Joseph. AJ 14.43

14.36τοῦτο μέντοι τὸ δῶρον ἱστορήκαμεν καὶ ἡμεῖς ἀνακείμενον ἐν Ῥώμῃ ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Καπετωλίου ἐπιγραφὴν ἔχον Ἀλεξάνδρου τοῦ τῶν Ἰουδαίων βασιλέως. ἐτιμήθη δὲ εἶναι πεντακοσίων ταλάντωνἈριστόβουλον μὲν οὖν τοῦτο λέγεται πέμψαι τὸν Ἰουδαίων δυνάστην. 14.37

Μετʼ οὐ πολὺ δὲ ἧκον πάλιν πρέσβεις πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, Νικόδημος δὲ ὑπὲρ Ἀριστοβούλου, ὃς δὴ καὶ κατηγόρει τῶν λαβόντων χρήματα Γαβινίου μὲν πρότερον Σκαύρου δὲ ὕστερον, τοῦ μὲν τριακόσια τοῦ δὲ τετρακόσια τάλαντα, πρὸς τοῖς ἄλλοις καὶ τούτους ἐχθροὺς αὐτῷ κατασκευάζων. 14.38κελεύσας δὲ ἥκειν τοὺς διαμφισβητοῦντας ἐνισταμένου τοῦ ἔαρος ἀναλαβὼν τὴν δύναμιν ἐκ τῶν χειμαδίων ὥρμησεν ἐπὶ τῆς Δαμασκηνῆς. καὶ τήν τε ἄκραν ἐν παρόδῳ τὴν ἐν Ἀπαμείᾳ κατέσκαψεν, ἣν Κυζικηνὸς ἐτείχισεν Ἀντίοχος, 14.39καὶ τὴν Πτολεμαίου τοῦ Μενναίου χώραν κατενόησεν, ἀνδρὸς πονηροῦ καὶ οὐδὲν ἐλάσσονος Διονυσίου τοῦ Τριπολίτου τοῦ πελεκισθέντος, ᾧπερ καὶ κηδεύων ἐτύγχανεν, χιλίοις μέντοι ταλάντοις ἐξωνησαμένου τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν, οἷς Πομπήιος τοὺς στρατιώτας ἐμισθοδότησεν. 14.40ἐξεῖλεν δὲ καὶ Λυσιάδα χωρίον, οὗ τύραννος ἦν Σίλας Ἰουδαῖος. διελθὼν δὲ τὰς πόλεις τήν τε Ἡλιούπολιν καὶ τὴν Χαλκίδα καὶ τὸ διεῖργον ὄρος ὑπερβαλὼν τὴν κοίλην προσαγορευομένην Συρίαν ἀπὸ τῆς ἄλλης εἰς Δαμασκὸν ἧκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.33 Joseph. AJ 14.38 (English) >>Joseph. AJ 14.43

Powered by PhiloLogic